Η εκκλησιαστική παράδοση αναγνωρίζει ως έσχατον κριτή επί θεμάτων πίστεως την συνείδηση του πληρώματος της Εκκλησίας.

Κυριακή 1 Οκτωβρίου 2017

Ποιμένα, «εάν σιωπήσῃ …ένοχος εστι του αίματος των κινδυνευόντων»!!! (1/10/2017)







1. «“Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα”. Οὐδαμοῦ, οὐ δύο, οὐτρεῖς, οὐ τέσσαρες, οὐ πέντε, ἀλλὰ πανταχοῦ τὸ εἷς,ἐπειδὴ καὶ μία θύρα, εἷς Κύριος, ἀδιαίρετος οὐσία· μία πίστις, ἡ ἀβαθμίδοτος δοξολογία, ἓν βάπτισμα, καὶ ἀκαπήλευτον φώτισμα· ὁ ταύτην ἔχων τὴν γνῶσιν διὰ τῆς θύρας εἰσέρχεται, καὶ τῇ θύρᾳ Χριστοῦ περιπτύσσεται, καὶ τῆς θύρας οὐ χωρίζεται...Θύραν ὁ Κύριος ἑαυτὸν προσηγόρευσε· καὶ καλῶς θύραν· ἔχει γὰρ δύο παραστάδας, τὴν Παλαιὰν καὶ Καινὴν Διαθήκην· ὁδὸν καὶ ὑπέρθυρον, περιτομὴν καὶ ἀκροβυστίαν· οἶκον τὴν ἐκκλησίαν· τράπεζαν τὸ θυσιαστήριον· ἄρτον τὸν ἀμνόν· κρατῆρα τὸν μυστικὸν οἶνον· χρυσὸν τὴν ἀκίβδηλον πίστιν· ἄργυρον τὴν λαμπρὰν πολιτείαν· μαργαρίτας τὰ θεῖα δόγματα· χλαῖναν τὴν στολὴν τοῦ βαπτίσματος...» (M. Ἀθανασίου, “Ὁμιλία εἰς τὸν ἐκ γενετὴς τυφλόν”).

2. «Σὺ δὲ λάλει ἃ πρέπει τῇ ὑγιαινούσῃ διδασκαλίᾳ. Ὅτι ὁ πιστευθεὶς τὸν λόγον τῆς τοῦ Κυρίου διδασκαλίας, ἐὰν σιωπήσῃ τι τῶν ἀναγκαίων εἰς τὴν πρὸς Θεὸν εὐαρέστησιν,ἔνοχός ἐστι τοῦ αἵματος τῶν κινδυνευόντων, ἤτοι ὑπὸ τῆς ἐργασίας τῶν ἀπηγορευμένων, ἢ καὶ ὑπὲρ τῆς ἐλλείψεως τῶν κατορθωθῆναι ὀφειλόντων».
«Ὅτι δεῖ τῶν ἀκροατῶν τοὺς πεπαιδευμένους τὰς Γραφάς,δοκιμάζειν τὰ παρὰ τῶν διδασκάλων λεγόμενα· καὶ τὰ μὲν σύμφωνα ταῖς Γραφαῖς δέχεσθαι, τὰ δὲ ἀλλότρια ἀποβάλλειν· καὶ τοὺς τοιούτοις διδάγμασιν ἐπιμένοντας ἀποστρέφεσθαι σφοδρότερον».
«Ὅτι δεῖ τοὺς μὴ πολλὴν ἔχοντας τὴν τῶν Γραφῶν γνῶσιν, ἐν τοῖς καρποῖς τοῦ Πνεύματος γνωρίζειν τὸν χαρακτῆρα τῶν ἁγίων· καὶ τοὺς μὲν τοιούτους δέχεσθαι, τοὺς δὲ ἄλλως ἔχοντας ἀποστρέφεσθαι».

(Μ. Βασιλείου, Πίναξ τῶν Ἠθικών Κανόνων, Ὅρος Ο΄).

Πηγή: Blog "Αποτείχιση και Πατερική Παράδοση"